Ancient Greek
PSI 3 175
Documentary Papyri, Psi 3 175
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Δαγαλαίφου καὶ Σευηρίνου τῶν λαμπροτάτων, Θὼθ κγ. Αὐρήλιος Μαρτύριος υἱὸς Οὐίκτορος ἀπὸ τῆς Ἑρμουπολιτῶν πόλεως, ὑπηρέτης τοῦ Ἀπαντητηρίου τῆς Ὀξυρυγχιτῶν πόλεως, Αὐρηλίᾳ Κυρίᾳ θυγατρὶ ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τρίτης καὶ εἰκάδος τοῦ ἐνεστῶτος ἔτους ρλθ ρη τῆς παρούσης πρώτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων σοι ἀπὸ οἰκίας οὔσης ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου ἐν τῷ ἱερῷ Θοήριδος ὁλόκληρον συμπόσιον βλέπον ἐπὶ νότον σὺν χρηστηρίοις πᾶσι· καὶ τελέσω ὑπὲρ ἐνοικίου τούτου κατὰ μῆνα …μίσθωσις Αὐρηλίου Μαρτυρίου ὑπηρέτου τοῦ Ἀπαντητηρίου …