Ancient Greek
PSI 3 178
Documentary Papyri, Psi 3 178
Not analysed yet
ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀποδώσω τὸν φόρον τῷ Παῦνι μηνὶ ἀνυπερθέτως, γεινομένης σοι τῆς πράξεως ὡς καθήκει. ἡ ἐπιδοχὴ κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους η Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Θὼθ κα. Αὐρήλιος Σιλβανὸς ἐπεδεξάμην μισθώσασθαι τὴν γῆν, καὶ ἀποδώσω τὸν φόρον ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …