Ancient Greek
PSI 3 182
Documentary Papyri, Psi 3 182
Not analysed yet
…ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Πανήμου ι μηνὸς Γερμανικείου ι ἐν Ὀξυρύγχων πόλει ἐπὶ …καὶ τοῦ σὺν αὐτῷ ἀσχολουμένου ὠνὴν ἀγορανομίου. ἐπρίατο Αὐρήλιος Παυλεῖνος Νειλάμμωνος τοῦ …ἐξηγητὴς βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως ὡς ἐτῶν μβ οὐλὴν οὐκ ἔχων παρὰ Αὐρηλίας Ἡρακλείας τῆς καὶ Πλουσίας Ἀμόιτος τοῦ Διονυσίου μητρὸς …ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λγ …χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαιῳ ἐν ἀγυιᾷ τὴν ὑπάρχουσαν αὐτῇ ……σσαραλ λ…κα…σην τ… ὡς ἐτῶν κε ἄσημον, ἣ καὶ ἀνεκρίθη ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ δηλοῦται, ἣν ἀυτόθι παρείληφεν ὁ ὠνούμενος Αὐρήλιος Παυλεῖνος ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς· τὰς δὲ συνπεφωνημένας ὑπὲρ τιμῆς τῆς αὐτῆς δούλης Ταύριος ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς δισχιλίας διακοσίας αὐτόθι ἀπέσχεν ἡ Αὐρηλία Ἡρακλεία ἡ καὶ Πλουσία παρὰ τοῦ ὠνουμένου Αὐρηλίου Παυλείνου ἐκ πλήρους. πωλεῖ καὶ βεβαιοῖ ἡ Αὐρηλία Ἡρακλεία ἡ καὶ Πλουσία τῷ Αὐρηλίῳ Παυλείνῳ τὴν δούλην Τάυριν ὡς πρόκειται ἐν ἀγυιᾷ τῇ αὐτῇ. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθεῖσα ἡ Αὐρηλία Ἡρακλεία ἡ καὶ Πλουσία ὡμολόγησεν ὁ Αὐρήλιος Παυλεῖνος ……Αὐρηλίας Διονυσίας τῆς καὶ Ἀμμωνοῦτος ὡς ἐτῶν …