Ancient Greek
PSI 3 202
Documentary Papyri, Psi 3 202
Not analysed yet
Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν χοιρομαγείρων τῆς αὐτῆς πόλεως διʼ Ἀρτεμιδώρου καὶ Εὐλογίου καὶ κοινωνῶν. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνός, καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἐστὶ δέ· κρέως χοιρίου λίτρας α τάλαντον α δηνάρια ϡ. ὑπατείας τῆς προκειμένης, Ἁθὺρ λ. Αὐρήλιοι Εὐλόγιος καὶ Ἀρτεμίδωρος προσφωνοῦμεν ὡς πρόκειται. Θέων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. τῶν ἰχθυοπωλῶν τῆς αὐτῆς πόλεως διὰ Ἱέρακος. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνός, καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἐστὶ δέ· ἰχθύων παντοίων τάλαντον α …λίτρας α δηνάρια Α …ὑπατείας τῆς προκειμένης, Ἁθὺρ λ Αὐρήλιος Ἱέραξ προσφωνῶ ὡς πρόκειται. Θέων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος