Ancient Greek
PSI 3 210
Documentary Papyri, Psi 3 210
Not analysed yet
…τὸν ἐπίτροπον· ἀλλὰ ἐὰν ζῶμεν αὔριον ἐστὶν ἐν ὅσῳ ἀβασκάντως καὶ ἰσχυρότερον γείνεται. ἐὰν παραγένηται ὁ καλὸς καὶ ἀγαθὸς Οὐαλεριανὸς εἰς τὴν οἰκίαν σοῦ, ἄγγειλόν μοι, ὅπως γένωμαι πρὸς ὑμᾶς καὶ διὰ πολλοῦ αὐτὸν κατʼ ὄψιν ἀπολάβωμεν. τὰ γλυκύτατα τέκνα σὺν τῇ μητρὶ καὶ πᾶσι τοῖς σοῖς ἀφʼ ἡμῶν προσαγόρευε. ἐρρῶσθαί σε εὔχομαι.