Ancient Greek
PSI 3 222
Documentary Papyri, Psi 3 222
Not analysed yet
Αὐρηλίῳ Διδύμῳ δεκαδάρχῳ ἐπὶ εἰρήνης Ἡρακλεοπολίτου παρὰ Αὐρηλίου Ἀπίωνος Κ…ς μητρὸς Η… μισθωτοῦ ἀγρίων θήρας ζῴων καὶ ὀρνέων. πολλῇ ἀπειθίᾳ καὶ παρανομίᾳ χρώμενος Ὧρος …θηρατὴς κώμης Θμοιαμούνεως …ε… καὶ Παπνοῦτις Τασωνψ ὁμοίως θηρατὴς ἀπὸ κώμης Πάπα περὶ Φεβεῖχιν τὰ τεταγμένα τέλη ἐκ κελεύσεως τοῦ διασημοτάτου δικαιοδότου ἀγνωμονοῦσι· ἀλλὰ καὶ πολλάκις με γενόμενον πρὸς αὐτοὺς μεθʼ ὕβρεως καὶ λοιδοριῶν ἀπεπέμψαντο τόσον οὐ ξύλοις, καὶ ἄλλους ἐπιτρίβοντες καὶ ἐνεδρεύοντες τοὺς θηρατικοὺς φόρους. καὶ κατὰ τὸ ἀναγκαῖον ἐνοχλούμενος ἐνέτυχον σοὶ διαγράφων κατʼ ἔτος ἀργυρίου ταλάντων δέκα καὶ δραχμῶν …καὶ ἐπιδίδωμι τάδε τὰ βιβλίδια ἀξιῶν αὐτοὺς ἀχθῆναι δώσοντας λόγον τῆς ἀγνωμοσύνης καὶ ἀπειθίας. ἔτους …καὶ ἔτους …Παῦνι …