Ancient Greek
PSI 3 241
Documentary Papyri, Psi 3 241
Not analysed yet
Αὐρήλιος Ἀντίνοος ὁ καὶ Ἀπίων Σεβάστιος ὁ καὶ Καισάρειος Αὐρηλίῳ Σιλβανῷ τῷ καὶ Πόσι πλειστονίκῃ παραδόξῳ χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ τὴν δούλην σου ὀνόματος Νίκην ὡς ἐτῶν ιδ ἐπὶ χρόνον μῆνας δώδεκα ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος …ἔτους πρὸς μάθησιν ἧς μεταχειρίζομαι γερδιακῆς ἢ ὑφαντικῆς τέχνης, ἐφʼ ᾧ τε αὐτὴν ποιῆσαι πάντα τὰ ἐπιτασσόμενα αὐτῇ ὑπʼ ἐμοῦ καὶ προσήκοντα τῇ αὐτῇ τέχνῃ …ὑπολόγως ἐργαζομένην …μῆνας ἓξ αν… μῆνας ἓξ λαμβάνουσαν ὑπὲρ μισθοῦ ἡμερησίως τετρώβολον …ἐπὶ τέλει τοῦ χρόνου …μενη ἐξουσίας μοι …τῶν προκειμένων μη… την ουδε…