Ancient Greek
PSI 4 289
Documentary Papyri, Psi 4 289
Not analysed yet
……ἀποπληροῦντα τὴν κωπηλασίαν, ἢ ἡμεῖς αὐτοὶ ὑποστησόμεθα περὶ αὐτοῦ τὸν περὶ αὐτοῦ λόγον, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. παρέχομεν δὲ καὶ ἑαυτῶν τούτου ἕνεκεν ἐνγυητὴν Αὐρήλιον Ὡρίωνα νεώτερον Κουδ… μητρὸς Ἡρακλείας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ η. Αὐρήλιοι Κο… καὶ Λεονᾶς ἐγγυώμεθα τὸν κωπηλάτην ὡς πρόκιται. Αὐρήλιος Φίλων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Αὐρήλιος Ὡρίων νεώτερος Κουδ… ἐνγυῶμαι τοὺς κωμάρχας ὡς πρόκειται.