Ancient Greek
PSI 4 292
Documentary Papyri, Psi 4 292
Not analysed yet
…Παῦνι κγ παρὰ Αὐρηλίου Ἑρμίου Λεωνίδου μητρὸς Πτολέμας ἀπὸ Πέλα λιβὸς τοπαρχίας ἡ μὲν προκειμένη θεία αὐτοκρατορικὴ διάταξις ἐλευθεροῖ τοὺς ἐπὶ σὲ καταφεύγοντας καὶ ἐξισταμένους τῶν ὑπαρχόντων τοῖς προβαλομένοις αὐτούς ἡ δὲ σὴ τοῦ κρατίστου ἐπιτρόπου ὑπερφέρουσα… ταῖς θείαις νομοθεσίαις καὶ αὐτὸς τὴν τοιαύτην ἀξιω… δ… τῆς θείας φιλανθρωπίας …τοῦ πραγματικοῦ ὄντος ἐπὶ τῶν τόπων …παρατιθέναι ἐπιδημήσαντος τοῦ κρατίστου ἐπιτρόπου τῶν …περὶ τῶν ὀφειλομένων τῇ ἐπιτροπῇ η…θην ἐν εκ… ἐπιτροπ…έχων δὲ προσϋπαντᾶν …νος εἰς ολιγ …ἀνάγκαις κ… διὰ τὸ καθέλκεσθαί μοι γεωργίαν πλείστην …τὴν ἐνόχλησιν κατακωλυθῆναι καὶ τὴν εἰς τὸ σῶμα ὕβριν ἀγαθῶν ἀνθρώπων …ηθην τοῦ στρατηγοῦ τοὺς τὰ κάρπιμα καὶ πολλοῦ ἄξια τῶν ὑπαρχόντων …ἀμπέλῳ καὶ οἰκοπέδοις ἅπερ ἦν προκατασχεθέντα τοῖς τελέσμασι …γῆς ωνητα… σχεθῆναι ἀφιστανομένου μου αὐτοῖς …μεν… τῶν ὑπαρχόντων τοῦτο ἀγράφως καὶ τοῦ στρατηγοῦ …ἀγράφως καὶ ἀπὸ τῆς σῆς μείζονος ἐξουσίας καθʼ ἣν ἔχει ὑπερ… ἀναγκαίως παρὰ τὰ σὰ ἴχνη καταφεύγω ἐξϊστάμενος αὐτοῖς …ἔχειν με τὸ σῶμα ἀνεπηρέαστον καὶ ἀνύβριστον, ἵνα διὰ τὴν σὴν φιλανθρωπίαν ἀόχλητος ἐν τῇ πατρίδι συνεστάναι δυνηθῶ καὶ …διευτύχει. Αὐρήλιος Ἑρμίας Λεωνίδου διʼ ἐμοῦ …