Ancient Greek
PSI 4 298
Documentary Papyri, Psi 4 298
Not analysed yet
Ῥουπιλίῳ Φήλικι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίου Φοιβάμμωνος Διογένους Στεφάνου ἄρξαντος τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως. κατὰ τὸν Φαμενὼθ μῆνα πεντεκαιδεκάτηι τοῦ ἐνεστῶτος ἔτους χειρογραφήσαντός μου ὥστε ἐνπλεῦσαι ἐπὶ τῶν πλοίων δημοσίων πολυκώπων καὶ κατὰ τὴν χειρογραφίαν βουληθέντος τὸ ἔργον τελέσαι καὶ μόνον μῆνα ἕνα ἐκεῖσε διαμείναντος …συναλλακτὴς τῶν αὐτῶν πλοίων Αὐρήλιος Κλαυδιανὸς …πρῶτον μὲν οὐκ ἴασέν με τὸν τεταγμένον χρόνον ἐκεῖσε διαμεῖναι, τουτέστιν τοὺς ἓξ μῆνας πληρῶσαι, ἀλλὰ καὶ πάντα τὰ κείμενα ἐν τῷ αὐτῷ πλοίῳ ἡμέτερα σκεύη ἀπέριψεν ἐπὶ γῆς πάντως κατακωλύων με ἐκεῖσε ἐνπλέειν, ἔτι δὲ καὶ τοὺς τοῦ μηνὸς μισθοὺς οὐ παρέσχεν μοι καίτοι αὐτὸς ἐκδεξάμενος πάντας τοὺς τῶν …λθους, πρόσεπι τούτοις ἔτι καὶ ὕβρισέν με οὐ ταῖς τυχούσαις πληγαῖς καὶ βλασφημῶν λόγοις οἵους οὐδὲ θεμιτὸν εἰπεῖν ἐν ἀνθρώποις …συνεργοῦντος αὐτῷ καὶ τοῦ στολάρχου Αὐρηλίου …μάρτυρας δέ, εἰ χρεία γείνοιτο, παρέξομαι τοὺς κατʼ ἐκεῖνα ἐν τῷ ἐμπορίῳ συνπαρόντας καίπερ αὐτοῦ τὸ σύνολον μὴ ἐπισταμένου ἐκείνην τὴν ναυτικὴν τέχνην, ἀλλʼ οὕτως ἁπλῶς πλείστῳ χρόνῳ …πλοῖα πολύκωπα. ἐπεὶ οὖν τὸ τῆς ὕβρεως παράνομον ὑπομένειν οὐ δύναμαι, ἠπείχθην προσφυγεῖν τοῖς ποσίν σου, δέσποτα, ἀξιῶν σε κελεῦσαι προνοίᾳ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ …ος ἀποκατασταθῆναι μοι περὶ …ου δικαίως δι…οιδ…ατο… …παντός σου τὰ ὑπα…α…τα με ἐκδικίας …διευτύχει. …ἐπιδέδωκα ……Διονύσιος ……ς ἐνκλημα…εις ἔντυχέ μοι …ἐτέθη ἐν τῷ αὐτῷ τόπῳ