Ancient Greek
PSI 4 303
Documentary Papyri, Psi 4 303
Not analysed yet
Αὐρηλίῳ Διογένει γενομένῳ ὑπομνηματογράφῳ διοικοῦντι τὸν Μενδήσιον Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλώνιος ἐξηγητὴς βουλευτὴς τῆς λαμπροτάτης Ἀλεξανδρείας τῷ φιλτάτῳ χαίρειν. τῶν κατὰ τὴν δεκαπρωτείαν ἕνεκεν, διαφέρουσαν τοῖς ἐκγονίοις μοι Σαραπίωνι ἀγορανομήσαντι καὶ Φιλοξένᾳ ἀφήλιξιν ἀπὸ τῆς τοῦ πατρὸς αὐτῶν Ὡρίωνος διαδοχῆς, ἐγενόμην ἐν κώμῃ Ψενβηηγχι τοῦ Χιαστοίτου ἀπαιτῶν τὰ χρεωστούμενα τῷ Ὡρίωνι. Ψωσναυς δὲ κώμαρχος τῶν ἐκεῖσε ἀπαιτούμενος ὑπʼ ἐμοῦ ἃ χρεωστεῖ πρὸς τὸ προχωρῆσαι ταῦτα τοῖς ἐπικειμένοις …τ…, ἀντὶ τοῦ εὐγνωμονεῖν …