Ancient Greek
PSI 4 320
Documentary Papyri, Psi 4 320
Not analysed yet
ἀντίγραφον. ἔτους τετάρτου Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαμενὼθ η ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀριστόπους …Ἑρμοφλῳ Ἁρθοώνιος καὶ Διδύμῳ Σαραπίωνος ἐν ἀγυιᾶι παρακεχωρηκέναι αὐτοῖς ἀκολούθως τοῖς ᾠκονομημένοις διὰ τῶν ἐκ τοῦ ἱππικοῦ, ἀφʼ οὗ ἐπιδέδωκεν ὁ Ἀριστόπους ὑπομνήματος Εὐδαίμονι τῷ προκεχειρισμένῳ ὑπὸ τοῦ ἀδελφοῦ Θέωνος τοῦ πρὸς τοῖς καταλοχισμοῖς, ἑκατέρῳ κατὰ τὸ ἴσον τὰς ὑπαρχούσας αὐτῷ περὶ Κερκεμοῦνιν τῆς ἄνω τοπαρχίας ἐκ τοῦ Φίλωνος κλήρου ὠνημένης γῆς δώδεκα δραχμῶν εἰς τὴν τῶν κατοίκων σύνταξιν γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας ἓξ σὺν τοῖς ἐπετείοις τούτων ἐκφορίοις ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσει τῶν δημοσίων πάντων ὄντων τῶν παραχωρουμένων