Ancient Greek
PSI 4 347
Documentary Papyri, Psi 4 347
Not analysed yet
Ἐφάρμοστος Ζήνωνι χαίρειν. τῆς πρὸς Ἀπολλώνιον γεγραμμένης παρʼ ἡμῶν ἐπιστολῆς ὑπογεγράφαμεν τὰ ἀντίγραφα· ἐδοκιμάσαμεν γὰρ καὶ αὐτοὶ γράψαι πρὸς αὐτόν. καλῶς οὖν ποιήσεις ἡμῶν τε ἕνεκεν καὶ σαυτοῦ διασπουδάσας ὅπως ἐν τοῖς τοῦ βασιλέως γενεθλίοις καιρὸν λαβὼν ἐντύχηις αὐτῶι μετὰ τῶν λοιπῶν ὑπὲρ ἡμῶν. ἔρρωσο. ἔτους λα, Φαμενὼθ …. Ἀπολλωνίωι. καλῶς ποιήσεις ἐπισκεψάμενος ὑπὲρ ἡμῶν. καὶ γὰρ ἤδη ἐστὶν ἐνιαυτὸς ἀφʼ οὗ συμβέβηκεν ἡμῖν δεδεμένοις ἐν φυλακῆι εἶναι. καὶ γὰρ ὁ καιρὸς αὐτὸς ἐπιδέχεται ἐπισκέψασθαι καὶ ὑπὲρ ἡμῶν ἐν τοῖς τοῦ βασιλέως γενεθλίοις. ἔρρωσο.