Ancient Greek
PSI 4 372
Documentary Papyri, Psi 4 372
Not analysed yet
Ζήνωνι χαίρειν Ὧρος Πετααρμώτιος. ἐμέτρησα σησάμου ἀρτάβας ὀκτὼ Ἀπολλωνίωι τῶι ἐπὶ τοῦ ἐλαίου ὑπὲρ Τεῶτος ἐλαιοκαπήλου Σώφθεως, ἵνα δῶι μοι ἔλαιον, ὡς ὁ βασιλεὺς συντάσσει. Λέων οὖν ὁ παρὰ Ἑρμολάου οὐ προσεδέξατό μοι, ἀλλὰ καταχωρίζει εἰς τὰ χλωρὰ ἃ καταβεβόσκηκέν σου τὰ πρόβατα ἀρούρας ε δ ἀνὰ τρεῖς ἀρτάβας τῆς ἀρούρης· γίνονται πυροῦ ἀρτάβαι ιε 𐅵δ· αἱ δέκα ταῖς ἑκατὸν ἀρτάβαις α 𐅵ιβ· καὶ τὸ σπέρμα ε δ· τὸ πᾶν γίνονται πυροῦ ἀρτάβαι κβ 𐅵ιβ. καλῶς ἂν ποιήσαις γράψας Λέοντι περὶ τούτων, ὥς σοι δοκεῖ. ἔρρωσο. ἔτους λϛ, Ἐπεὶφ κα. ὑπεγράφη Λέοντι ἔτους λϛ, Μεσορὴ α.