Ancient Greek
PSI 4 378
Documentary Papyri, Psi 4 378
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Περδίκκου. ἐμνήσθημέν σοι καὶ πλεονάκις, διότι προσοφείλει ἡμῖν Ἀρτεμίδωρος εἰς τὸν Ἐπεὶφ τοῦ λε ἔτους δραχμὰς ζ ὀβολὸν, καὶ ἐν τῶι λϛ ἔτει προσοφείλονται ἡμῖν ἄλλοι μῆνες ἑπτά ,καὶ σιτομετρία μηνῶν τεσσάρων . σὺ οὖν καλῶς ποιήσεις συντάξας δοῦναι ἡμῖν τὰς ζ ὀβολὸν καὶ τὸν προσοφειλόμενον σῖτον, ἵνα ἔχωμεν εἰς τὰ ἀναγκαῖα …