Ancient Greek
PSI 4 380
Documentary Papyri, Psi 4 380
Not analysed yet
Ἑρμίας Ζήνωνι χαίρειν. γίνωσκε Μηνόδωρον …κότα καὶ τὰς ἐντολὰς τὰς παρά σου ἀπολωλεκότα ἐν Τάσκρυ τοῦ Μεμφίτου νομοῦ. ἕως μὲν οὖν προσδόκιμος ἦν, προεδρίας ἐτυγχάνομεν, φόβου ὑποκειμένου ὅτι οἴσει τι βέβαιον παρά σου· ὡς δὲ παρεγενήθη καὶ ἤισθοντο ὅτι οὐθὲν ἥκει ἔχων, ἐπέθετο ἡμῖν ὁ λαὸς καὶ τὰς χεῖρας ἐπενηνόχασιν τοῖς ποιμέσιν, οὐκ ἐῶντες νέμειν ἐν τῆι καλάμηι, ὅθεν ἦσαν ἠρμέναι αἱ θῆκαι πρὸ διμήνου ἤδη, λέγοντες ὡς ὅτι προυργιαίτερον τὰς ἡμετέρας νέμειν βοῦς ἐν τῆι καλάμηι ἢ τὰς αἶγας. σὺ οὖν καλῶς ποιήσεις ἐπιστροφὴν περὶ τούτων ποιησάμενος, καὶ περὶ τοῦ αἰπόλου φρόντισον ὅπως ἂν ἐτασθῆι ἐπὶ τοῦ οἰκονόμου καὶ τῶν στρατηγῶν. εἰσὶν γὰρ οἱ ἐγδεδυμένοι τῶν πρεσβυτῶν. τῶν δὲ φυλακιτῶν λεγόντων πρὸς τὸν πρεσβύτην ὅτι ἐστὶν οὗτος ὁ ἐγδύσας, τοῦ πρεσβύτου ἐλθόντος εἰς τὸ δεσμωτήριον καὶ ἰδόντος τὸν νεανίσκον ἔφατο μηδʼ ἑωρακέναι αὐτόν. μὴ ὑπολάβηις δὲ ἡμᾶς σπουδάζειν περὶ τοῦ σώματος ἀλλʼ ὅπως ἂν μὴ τὸ αὐτὸ ἡμῖν γείνηται μάτην. καλῶς δʼ ἂν ποιήσαις ἐν τάχει αὐτὸν ἀποστείλας· ἐγὼ γὰρ ἐνοχλοῦμαι τὰς πληγὰς εἰληφώς. ἔρρωσο. μηνὸς Φαρμοῦθι κζ. ἔτους λζ, Παχὼνς δ. Ἑρμίας ἐπιστολῶν Μηνοδώρου. Ζήνωνι.