Ancient Greek
PSI 4 382
Documentary Papyri, Psi 4 382
Not analysed yet
Πᾶις Ζήνωνι χαίρειν. γινώσκεις ὅτι συνειπάμεθά σοι τὴν πρῶιραν ἐπισκευᾶν τοῦ πλοίου· νυνὶ δὲ ὅλον συνβέβηκεν διαλῦσαι καὶ ἐπισκευάζειν. καὶ ξύλα ἐζητήκαμεν πανταχοῦ. μόγις εὑρήκαμεν μίαν ἄκανθαν, ἧς ἀρραβῶνα δέδωκεν Δημήτριος ὁ σ ιτολόγος δραχμῶν ν. καλῶς οὖν ποιήσεις γράψας αὐτῶι παραχωρῆσαι ἡμῖν· ἀξία γάρ ἐστι δραχμῶν π. εἰ δὲ μή, Ἑρμολάωι γράψον περὶ τῆς ἐν Κερκῆι ἀκάνθης ἐν τῆι δεχημέρωι συντάξαι ἐκκόψαι ἡμῖν. τιμῶσι δὲ αὐτὴν δραχμῶν κη· ἐὰν δὲ γράψηις Ἑρμολάωι, δώσουσι δραχμὰς κ. ὅπως δὲ ἐργαζώμεθα ἕως ἂν τὰ ἱκανὰ ξύλα λάβωμεν, καὶ μὴ ἀργῶσι οἱ ναυπηγοί. καὶ γράψον ἡμῖν περὶ τούτων. ἔχομεν παρὰ Σπονδάτου χαλκοῦ δραχμὰς ξ. ἔρρωσο. ἔτους λη, Παῦνι κδ. ἔτους λη, Ἐπεὶφ …Πᾶις Ζήνωνι.