Ancient Greek
PSI 4 384
Documentary Papyri, Psi 4 384
Not analysed yet
Ζήνωνι χαίρειν Εὐφαμίδας τῶν Κλεισίου. ἀδικοῦμαι ὑπὸ Ἡρακλείδου τινὸς τῶν ὑπό σε τὴν ὑικὴν πραγματευομένου. ἐγγυησαμένου γάρ μου ἐν τῶι λη ἔτει Παᾶπίν τινα ἠπητὴν τοῦ τέλους, ὃν ἔφη ἀδελφὸν αὐτοῦ εἶναι, ἐξαπέσταλκεν αὐτὸν ἐν τῶι Ἀρτεμισίωι μηνὶ εἰς Φιλαδέλφειαν· ἐγὼ δὲ περισπῶμαι ὑπὸ τῶν τελωνῶν καὶ εἰσπράσσομαι τὴν ἐγγύην. καλῶς ἂν οὖν ποιήσαις, εἴ σοι φαίνεται, γράψας πρὸς τοὺς ἐκεῖ, ὅπως ἂν ὁ Παᾶπις καταπεμφθῆι εἰς τὴν πόλιν· ἵνα ἐργαζόμενος τάσσηται τοῖς τελώναις καὶ μὴ ἀδικῶμαι ὑπʼ αὐτῶν. εὐτύχει.