Ancient Greek
PSI 4 426
Documentary Papyri, Psi 4 426
Not analysed yet
…ἀγαγεῖν ἡμᾶς ἄνω· ὁ δὲ Εὔτυχος κατολιγωρεῖ. γίνωσκε δὲ ἡμᾶς μηδὲ σταθμὸν ἔχοντας. οὐδὲ τὸν σῖτον ἡμῖν οὐθεὶς δίδωσιν, ἀλλʼ ἀντὶ τῶν δ ἀρουρῶν α ἡμῖν δίδωσιν. ἐγὼ δὲ οὐ λαμβάνω, ἐὰν μὴ ἃς ἐμοὶ ἔταξας λάβω. φρόντισον δὲ καὶ τῶν μελισσῶν ἵνα παραλάβωμεν· ὁ γὰρ καιρὸς νῦν ἐστιν, πρὶν τὸ δεύτερον μέλι ἐξελεῖν. καλῶς δʼ ἂν ποιήσαις ἀνακαλεσάμενος ἡμᾶς ἵνα συλλαλήσωμεν περὶ ὧν βουλόμεθα. ἀποδημοῦντος δὲ σοῦ οὐκ ἔλαβον οὔτε ὀψώνιον οὔτε ἄλλο οὐθέν, ἀλλὰ δανειζόμενος ἔζων. ἔρρωσο.