Ancient Greek
PSI 4 429
Documentary Papyri, Psi 4 429
Not analysed yet
Ἡροδότου πυθέσθαι περὶ τῶν αἰγείων τριχῶν. Ἀμεινίου ὡς ἀπέδοτο τὴν μνᾶν. τὴν πρὸς Διοσκουρίδην ἐπιστολὴν περὶ τοῦ πλοίου. Τιμαίωι συνθέσθαι περὶ τῶν ἱερείων. τὴν πρὸς Ἀπολλόδωρον συγγραφὴν ὑποτυπώσασθαι καὶ γράψαι παραδοῦναι. τὸ πλοῖον γεμίσαι ξύλων Ἰάσονι γράψαι τὰ ἔρια ἐμβαλέσθαι καὶ καταγαγεῖν Διονύσιον ἐστρουθισμένα. τῶν ἀραβίων τὸ τέταρτον μέρος. τὸ ὄξος καταγαγεῖν. Μελίτωνι γράψαι περὶ τῆς παρὰ Νεοπτολέμωι βουμάστου ἄμπελον φυτεῦσαι καὶ Ἀλκίμωι, ἐὰν δοκιμάζηι. Θεογένει περὶ ταυρικῶν ζευγῶν ιβ. Ἀπολλοδώρωι καὶ Καλλίππωι ἀποδοῦναι λόγον ἐκ τῶν δραχμῶν παρὰ Μητροδώρου πρὸς Ἀθηναγόραν περὶ τοῦ αὐτοῦ ἔτους γενήματος. πρὸς Θεόφιλον φιλάνθρωπον καὶ περὶ τῶν κατὰ τὰ ἔργα. περὶ σίτου Ἰατροκλεῖ καὶ Θεοδώρωι γράψαι πρὸ τοῦ τὸ ὕδωρ ἐκ τῆς διώρυγος καταικυμ…