Ancient Greek
PSI 4 432
Documentary Papyri, Psi 4 432
Not analysed yet
…ος Ζήνωνι χαίρειν. καταπλέων Διονύσιος ὁ γεωργὸς καὶ Φίλων συνέταξάν μοι ἐργάζεσθαι τὰς ἑκατονείκοσι ἀρούρας. εἰ οὖν δοκιμάζεις κατασπαρῆναι αὐτὰς ἀράκωι, σπεροῦμεν ἀράκωι μὲν ἀρούρας ἐνενήκοντα ἢ καὶ σησαμευθήσεται, καὶ χόρτωι λωτίνωι ἀρούρας τριάκοντα . εἰ δὲ πυροφόρον θέλεις, ὅπως ἂν τὸ σπέρμα ἐπὶ καιροῦ. ὁπότε οὖν δοκιμάζεις, συντόμως χορηγείσθω, ἵνα μὴ ὑστερῶμεν τοῖς καιροῖς. ἔρρωσο. μηνὸς Μεσορὴ β.