Ancient Greek
PSI 5 446
Documentary Papyri, Psi 5 446
Not analysed yet
Μᾶρκος Πετρώνιος Μαμερτῖνος ἔπαρχος Αἰγύπτου λέγει· ἐπέγνων πολλοὺς τῶν στρατιωτῶν ἄνευ διπλῆς διὰ τῆς χώρας πορευομένους πλοῖα καὶ κτήνη καὶ ἀνθρώπους αἰτεῖν παρὰ τὸ προσῆκον, τὰ μὲν αὐτοὺς πρὸς βίαν ἀποσπῶντας, τὰ δὲ καὶ κατὰ χάριν ἢ θεραπείαν παρὰ τῶν στρατηγῶν λαμβάνοντας, ἐξ οὗ τοῖς μὲν ἰδιώταις ὕβρεις τε καὶ ἐπηρείας γείνεσθαι, τὸ δὲ στρατιωτικὸν ἐπὶ πλεονεξίᾳ καὶ ἀδικίᾳ διαβάλλεσθαι συνβέβηκε. παρανγέλλω δὴ τοῖς στρατηγοῖς καὶ βασιλικοῖς ἁπαξαπλῶς μηδενὶ παρέχειν ἄνευ διπλῆς μηθὲ ἓν τῶν εἰς παραπομπὴν διδομένων μήτε πλέοντι μήτε πεζῇ βαδίζοντι, ὡς ἐμοῦ κολάσοντος ἐρρωμένως ἐάν τις ἁλῷ μετὰ τοῦτο τὸ διάταγμα λαμβάνων ἢ διδούς τι τῶν προειρημένων. ἔτους …Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, …οϛ σφραγ νδ ϛ κδ σπερμα…ν…ο β ιϛ οα δ τῶν ἀρταβῶν α …