Ancient Greek
447.21 to 447.37
Documentary Papyri, Psi 5 447.21-37
Not analysed yet
γενομένας ὑπὸ Μουνατίου Φήλικος τοῦ ἡγεμονεύσαντος τῷ ἔτει θεοῦ Ἁδριανοῦ …καθʼ ἃς οἱ τῶν δούλων δεσπόται Λούκιοι Καλπούρνιοι Σερῆνος καὶ Γαιανὸς ἐπεκρίθησαν, καὶ τῶν δούλων οἰκογένειαν καὶ κατʼ οἰκίαν ἀπογραφήν, διʼ ἧς οἱ σημαινόμενοι δοῦλοι αὐτῶν ἀνεγράφησαν. ἔδωκεν ὁ Σενέκα καὶ γνωστῆρας τὸν δεῖνα, τὸν δεῖνα καὶ Αὐρήλιον Διογένην συγχειρογραφήσαντας αὐτῷ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι. καὶ τῆς Ἰουλίου Σενεκίωνος σημειώσεως ἐπὶ τῶν προκειμένων ὀνομάτων, ἐπὶ μὲν Ζωσίμου ιϛ ἄσημος, ἐπὶ δὲ Ἐπαγάθου ια …ἐπὶ δὲ Ἑρμοῦ Γερμανοῦ …ἐπὶ δὲ τοῦ δεῖνα …Λούκιος Καλπούρνιος Σενέκα ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον, ὡς πρόκειται. ὁ δεῖνα ὀμώμοκα τὸν ἔθιμον Ῥωμαίοις ὅρκον εἶναι τὴν ἐπίκρισιν τῶν διʼ αὐτῆς δηλουμένων Ζωσίμου καὶ Ἐπαγάθου δούλων Σενέκα καὶ Ἑρμοῦ Γερμανοῦ καὶ τοῦ δεῖνα δούλων τῶν υἱῶν αὐτοῦ καὶ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι, ἢ ἔνοχος εἴην τῶ ὅρκῳ. ὁ δεῖνα ὀμώμοκα τὸν ἔθιμον Ῥωμαίοις ὅρκον εἶναι τὴν ἐπίκρισιν τῶν διʼ αὐτῆς δηλουμένων Ζωσίμου καὶ Ἐπαγάθου δούλων Σενέκα καὶ Ἑρμοῦ τοῦ καὶ Γερμανοῦ δούλου τοῦ υἱοῦ αὐτοῦ Σερήνου καὶ τοῦ δεῖνα δούλου τοῦ ἑτέρου υἱοῦ αὐτοῦ Γαιανοῦ, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. Αὐρήλιος Διογένης ὀμώμοκα τὸν ἔθιμον Ῥωμαίοις ὅρκον εἶναι τὴν ἐπίκρισιν τῶν διʼ αὐτῆς δηλουμένων Ζωσίμου καὶ Ἐπαγάθου δούλων Σενέκα καὶ τοῦ δεῖνα καὶ Ἑρμοῦ Γερμανοῦ δούλων τῶν υἱῶν αὐτοῦ Σερήνου καὶ Γαιανοῦ, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ζ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ αὐτοκράτορος καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου …ναι…α…