Ancient Greek
450.1.50 to 450.2.88
Documentary Papyri, Psi 5 450.1.50-450.2.88
Not analysed yet
Ἑλένη χρηματίζουσα μητρὸς Θαήσιος χρηματιζούσης μητρὸς Σιντοτοῆτος ἀφʼ ὧν ἀπὸ ιϛ ἔτους θεοῦ Αὐρηλίου Ἀντωνίνου, Φαῶφι λ, διὰ μνημονίου μητροπόλεως παρεχωρήθη παρὰ Ἀγαθοῦ Δαίμονος τοῦ καὶ Θέωνος Ἀγαθείνου τοῦ Ἄδωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως τῶν ἀπὸ τῆς ἱερᾶς συνόδου καὶ ἀτελῶν ἱερονικῶν τῆς αὐτῆς πόλεως καὶ ἀρχιερ… αυτ… προσαπογραφεισῶν ὑπʼ αὐτοῦ εἰς τοῦτο τὸ βιβλιοφυλάκιον τῇ …τοῦ προάγοντος μηνὸς Σεβαστοῦ, πρότερον τοῦ μετηλλαχότος αὐτοῦ πατρὸς Ἀγαθείνου Ἄδωνος τοῦ Διονυσίου μητρὸς Εὐδαιμονίδος …γυμνασιαρχ τῆς αὐτῆς πόλεως …κω… Σεφὼ …ἐκ τοῦ Ἀγησιλάου καὶ Ἀλεξάνδρου κλήρου ἀρουρῶν η 𐅵καὶ ἐκ τοῦ …ισεν αὐτῷ ἀρουρῶν ιγ …κλήρου ἀρουρῶν α 𐅵γ ιϛ …παραχωρηθεισῶν …τὸ παραχωρη… ἔγλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως θ ἔτους θεοῦ Ἀλεξάνδρου, κολλήματος ξϛ, ἀμφόδου Ἑρμαίου· βορρᾶς χάλασμα· ἐξ ἐπικρίσεως κδ ἔτους Μάρκου Αὐρηλίου Σεμπρωνίου Γεμέλλου ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἑτέρων χρηστηρίων καὶ και…λα…ου καὶ ὁμο… καὶ ἐξ ἐπικρίσεως …ἔτους Σεμπρωνίας τοῦ δεῖνα μητρὸς Μάρκου Σεμπρωνίου τέταρτον μέρος τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ …υ καὶ ἐξ ἐπικρίσεως …ἔτους Ἑλένης χρηματιζούσης μητρὸς Θαήσιος δηλούσης ὑπάρχειν αὐτῇ ἀγοραστικῷ δικαίῳ πρότερον Σεμπρωνίας τὸ λοιπὸν τέταρτον μέρος.