Ancient Greek
PSI 5 491
Documentary Papyri, Psi 5 491
Not analysed yet
Ἀγρεοφῶν Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Ἐφαρμόστου πρὸς ἡμᾶς ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις τάς τʼ ἐπιστολὰς …καὶ πυθόμενος δὲ τίνα ἐστὶν ἃ ἀντιγράφει Ἀπολλώνιος…απο… ἀπορεῖ γὰρ …μοια…γραφετ… τα… παρεχομένου εἰς τὰ πράγματα· πρὸς γὰρ τοὺς πολλοὺς ὁ φόβος χρησι… μάλιστα ἑαυτὸν ἐντείνειν εἴωθεν ὅταν φιλανθρωπότατα αὐτῶι μο… ἐὰν δή τις λόγος γίνηται, καλῶς ποιήσεις …αὐτοῦ καθὰ καὶ μέχρι τοῦ νῦν. ἔρρωσο. ἔτους κη, Δύστρου …Ἐφάρμοστος Ἀγρεοφῶντι. λαβὼν τὰς ἐπιστολὰς ἃς κομίζει Παι… οὔσας τὰς πάσας ὀκτὼ σὺν τῆι παρʼ Ἱππονίκου καὶ Ζωίλου τοῦ τραπεζίτου …λόγους ἀπόδος διὰ Ζήνωνος Ἀπολλωνίωι τῶι διοικητῆι καὶ τουτ… καὶ μὴ ἄλλως ποιήσῃς ?. ἐπιμελὲς δέ σοι γενέσθω τοῦ Ζήνωνος πυθέσθαι τίνα ἐστὶν ἃ ἀντιγράφει Ἀπολλώνιος πρὸς τὰς παρʼ ἡμῶν ἐπιστολάς· πάλιν γὰρ παραπλήσια γέγραφεν Ἱππόνικος …πρότερον ἐπέστειλεν Ἀθηνάδου παραγενομένου πρὸς ἡμᾶς. ἔρρωσο. ἔτους κη, Μεχὶρ ιγ. Ἀγρεοφῶν. ἀντίγραφον τῆς παρὰ Ἐφαρμόστου ἐπιστολῆς. ἔτους κη, Δύστρου ιϛ, ἐν Μένδητι.