Ancient Greek
PSI 5 495
Documentary Papyri, Psi 5 495
Not analysed yet
Ἡράκλειτος Κρίτωνι χαίρειν. …ὑγιαίνομεν δὲ καὶ αὐτοί. προσῆλθεν ἡμῖν Ζωίλος ὁ ἐν Πτολεμαίδι …τα παραγενόμενον πρὸς ὑμᾶς κατηδολεσχηκέναι αὐτοῦ …Ζωίλωι ἀναγγέλλων παρὰ σοῦ περὶ τοῦ κερματίου καὶ ὅτι οὐθενὶ …ν ἀλλʼ ἢ Ἀπολλωνίωι. ἐπομόσας οὖν ἡμῖν πάντας τοὺς θεοὺς ε… Καλλιάνακτα μήτε εἰρηκέναι μηθὲν τοιοῦτο, ἀλλὰ καὶ τὸ ἐναντίον ἔφη θ…ων αὐτῶι σὺ τοιοῦτον ἔγραψας οὔτε πρότερον οὔτε ὅτε Ζήνων παρεγένετο …Κρίτωνα μὲν οὐκ ἐπιτήδειον ἦν γράφειν σοι περὶ τούτων ?:αὐτὸν δʼ ἐμὲ ἔδει πρ…ησθῆναι. ὁ δὲ ἔφη εὐλαβεῖσθαι μήποτε συ…β… Ζήνωνα ἐπακολουθεῖν …κει μοι πηλακίζειν. νυνὶ δὲ μετανενόηκεν διὰ τὸ ἐπιτετιμῆσθαι ὑπό τε ἑκάστ …ιωι τε ἔφη βούλεσθαι ἀποδιδόναι οσονε…χηειτε…απρατωι δὲ ἐδίδου κα… συνθήσειν εἴ τις βούλεται διακονῆσαι. γέγραφα οὖν σοι περὶ τούτων. καὶ Ζωίλος δὲ …ι δὲ Νικάνωρ παραγενόμενος εἰς Πτολεμαίδα συνήντησεν Ἀμμωνίωι καὶ ἠξίωσεν …εἰς Τρίπολιν ἐπὶ τὸν ἀριθμὸν τῶν στρατιωτῶν συστῆσαι Σπινθάρωι τῶι ἱππάρχηι …ἱκανὴ γένηται· περὶ δὲ ἵππου αὐτὸς ἔφη φροντιεῖν, ὅπως μοι ἀνασταθῆι καὶ ἵνα π…μεν. μετὰ δὲ τοῦτο οὐθὲν ἡμῖν γέγονεν ἕως τοῦ νῦν· ὅ τε γὰρ Ἀμμώνιος συμπεριέλκεται …εἰς τὴν Τρίπολιν, ἡμῖν τε τὸ ἐφόδιον ἐγλέλοιπεν καὶ δανειζόμενοι διαπλέκομεν τὸν βίον. εὖ δʼ ἄν ποιοῖς ἐπιστείλας αὐτῶι περὶ ἡμῶν ὅπως τὸ τάχος καταχωρίσηι ἡμᾶς· οἶδα γὰρ ὅτι σοῦ γράψαντος ἵνα …αι τὸ τάχος ἡμᾶς κατατάξει. χαρίζοιο δʼ ἄν μοι καὶ παρὰ Ἰατροκλέους καὶ π… ἐπιστόλια πρὸς αὐτὸν ἵνα ἐνταθῆι. οὐ γὰρ ἂν εἰδείης ἡλίκη μεταβολὴ γέγονεν πε… καλῶς δʼ ἂν ποιοῖς ἐπιμελόμενος σαυτοῦ ὅπως ὑγιαίνῃς· οὐθὲν γὰρ τούτου μεῖζόν ἐστιν κ… ὑγιαίνεις, ὅπως μὴ ἀγωνιῶμεν. βουλόμεθα γάρ σε τῶι τε σώματι ἐρρῶσθαι …ὡς αὐτὸς προαιρεῖ· τοῦτο γὰρ ἐπίσταμαι ὅτι πολὺ διαφέρεις τῶν λοιπῶν κ… κατὰ …ίαν καὶ κατὰ τὸ ἦθος. εἴη δέ σοι εὐτυχεῖν καὶ ἐπιτυνχάνειν ἐν πᾶσιν. ἔρρωσο. ἔτους κη, Ὑπερβερεταίου κγ. Κρίτωνι …