Ancient Greek
PSI 5 509
Documentary Papyri, Psi 5 509
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους τριακοστοῦ, ἐφʼ ἱερέως τοῦ ὄντος Ἀλεξάνδρου καὶ θεῶν ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης, μηνὸς Φαμενὼθ β, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου. συνετάξατο Ἡγήσιππος Φίλωνος Ναυκρατίτης εἷς τῶν ἐξειληφότων τὸ ἐννόμιον τοῦ Ἀρσινοίτου πρὸς Πανακέστορα Ἀντιπάτρου Καλυνδέα, συμπαρόντος Ζωίλου οἰκονόμου καὶ Διοτίμου ἀντιγραφέως, τοῦ φυλακιτικοῦ τῶν ἐν Φιλαδελφείαι κτηνῶν εἰς τὸ τριακοστὸν ἔτος βοῶν ἐργατῶν πεντήκοντα ἀνὰ ὀβολὸν α 𐅵δραχμὰς δεκαδύο τριώβολον, καὶ ὑποζυγίων τριάκοντα ἀνὰ ὀβολὸν γ 𐅵γίνονται δραχμαὶ δεκαεπτὰ τριώβολον, ἐφʼ ὧι διορθώσεται ἐπὶ τὴν βασιλικὴν τράπεζαν τὴν ἐν Κροκοδίλων πόλει ἕως Μεσορεὶ τριακάδος τοῦ αὐτοῦ ἔτους. ἐὰν δὲ μὴ καταβάληι, ἀποτεισάτω τὸ ἀργύριον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω πρὸς βασιλικά. Πανακέστωρ Ἡγησίππωι Φίλωνος ἐπικεχώρηκα κατὰ τὴν σύνταξιν ταύτην …ἐννομίου