Ancient Greek
PSI 5 520
Documentary Papyri, Psi 5 520
Not analysed yet
ὁ δεῖνα τῶι δεῖνα χαίρειν. εἰ ἔρρωσαι καὶ …η… κατὰ τρόπον ἐστίν, εὖ ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. Στράταγος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς, ὢν ἡμῖν ἐν γνώσει, ἠξίωσεν γράψαι πρός σε φάσκων εἶναι αὐτῶι πρός τινα περὶ τῆς …ἀντιλογίαν καὶ δεῖν ς…ναι. καλῶς οὖν ποιήσεις ἀντιλαβόμενος αὐτοῦ· ἔστιν γὰρ ἄξιος πολυωρηθῆναι, ἅμα δὲ καὶ χρείας παρεσχημένος Ἀπολλωνίωι ἐν τῆι φορολογίαι ?. ἔτους λϛ, Ἐπεὶφ ιγ. Ποσειδωνίωι. χρείαν τινά σου ἔχομεν. καλῶς οὖν ποιήσεις παραγενόμενος εἰς Φιλαδέλφειαν κατὰ πάντα τρόπον.