Ancient Greek
PSI 5 522
Documentary Papyri, Psi 5 522
Not analysed yet
Εὐτυχίδης Ζήνωνι χαίρειν. περὶ τῆς σησαμίτιδος γῆς γίνωσκε μὴ πλέω ἐσομένην ἀρουρῶν τμ· καὶ τὴν κριθὴν δὲ εἰκάζομεν εἰς ἀρτάβας χ· ὁ δὲ ὄροβος ἄρτι ἐλικμᾶτο, εἴκαζον δὲ καὶ πλέονες αὐτὸν εἰς ἀρτάβας υ. ἔγραψα δέ σοι καὶ πρότερον περὶ τούτων, ἐκόμιζε δέ σοι τὰς ἐπιστολὰς παρὰ Σιμύλου Πᾶις. ἀπειρότερος δέ ἐστιν ὁ τοῦ Ὀννώφριος υἱὸς Ὧρος καὶ ῥᾳθυμότερος. ος γὰρ γ ων επιστατης ἐν ἀρούραις τ διαφορεῖται ος γὰρ ἄρτι ἑαυτὸν απ…υνιστ… οὕτω προέστηκεν ἀναπεπαυμένην γῆν τὸν παρά σου κλῆρον ὅλον ἀρουρῶν κ τοῦτον ἑαυτῶι ἔσπαρκεν ος ποιεῖ πρὸς ἄλλους κλήρους γ τοῦτον οἴει ὑγιῶς προίστασθαι. καλῶς ἔχειν ὑπέλαβον γράψαι σοι ἵνα εἰδῇς. ἔρρωσο. ἔτους λη, Ἐπεὶπ κθ. ἔτους λη, Μεσορὴ ι. Εὐτυχίδης. περὶ τῆς σησαμίτιδος. Ζήνωνι