Ancient Greek
PSI 5 532
Documentary Papyri, Psi 5 532
Not analysed yet
Ζήνωνι χαίρειν Θαμωὺς καὶ οἱ υἱοὶ αὐτοῦ. τὰ πάντα πεποίημαι ἵνα μὴ ἐγκαλήσῃς ἡμῖν. ἔχομεν δανείου πυροῦ ἀρταβῶν ιβ καὶ κριθοπύρου ιϛ ὧν μεμητρήμεθα εἰς θησαυρὸν κριθοπύρου ιδ. καλῶς ἂν ποιήσαις συντάξας τῶι παρὰ σοῦ ἀφεῖναί μου τοὺς υἱοὺς ἐκ τοῦ δεσμωτηρίου ἡμεῖς δὲ ἀποδώσομέν σοι ἔργα ἃ ἂν συντάξῃς. ἐν τῶι γὰρ δεσμωτηρίωι ὄντες οὐθέν σοι πλέον ἔσται, ἐὰν διαφθειρώμεθα. εὐτύχει.