Ancient Greek
PSI 5 538
Documentary Papyri, Psi 5 538
Not analysed yet
Ἀπολλωνίωι διοικητῆι χαίρειν Δημήτριος καὶ Πετεχῶν δεκαδάρχαι τῶν ἐν Φιλαδελφείαι Ἀράβων. δεόμεθά σου ἐπιστάτην ἡμῖν δοῦναι· οὐ γὰρ ἔχομεν· ἢ Σώστρατον ἢ Μάρωνα. εἰσὶν δέ τινες ἐν τοῖς παρʼ ἡμῖν Ἄραψιν πρεσβύτεροι, οἳ δύνανται τὰς χρείας ἡμῖν παρέχεσθαι. δεόμεθα οὖν σου γράψαι Ζωίλωι ὅπως ἂν οὓς ἂν προσαγάγωμεν τούτους καταχωρίζηι. καὶ περὶ τοῦ ὀψωνίου σύνταξον ὅπως ἂν ἔμμηνον ἀποδιδῶται ἡμῖν ἐπιμελῶς. ἐπίστηι δὲ καὶ σὺ διότι τοῦ ὀψωνίου πεποίθαμεν. εὐτύχει.