Ancient Greek
PSI 5 541
Documentary Papyri, Psi 5 541
Not analysed yet
βασιλεῖ μεγάλωι Πτολεμαίωι χαίρειν Αἴγυπτος. διὰ σὲ σωθεὶς καὶ νῦν δέομαί σου, εἴ σοι δοκεῖ, πρόσταξον κατατάξαι με οὗ σοι φαίνεται, ἵνα εὐσχημονῶν καὶ ἀνέγκλητός σοι ὢν τὸν βίον ἔχω, σοῦ τῆς οἰκουμένης πάσης βασιλεύοντος. εὐτύχει.