Ancient Greek
PSI 5 543
Documentary Papyri, Psi 5 543
Not analysed yet
ἐν Πηλουσίωι ἡμερῶν β χόρτος πρώτης ἡμέρας τετρώβολον καὶ τῆς δευτέρας πεντώβολον εἰς κριθὰς ἐν Πηλουσίωι τοῖς ἵπποις δραχμὴ α ὀβολοὶ γ 𐅵ἐν Ἡρακλέως πόλει χόρτος τετρώβολον κριθῶν ἀρτάβη α 𐅵ἡ ἀρτάβη τετρωβόλου γίνεται δραχμὴ α ἐν Καλαμίνηι ἐπʼ ἀρίστωι κριθῶν ἀρτάβη πεντώβολον ἐν Φακούσσαις ἐπὶ δείπνωι κριθῶν 𐅵τριώβολον χόρτος διώβολον ἐπὶ τῶι Ἰσιείωι ἐπʼ ἄριστον κριθῶν ἀρτάβη α δραχμὴ α χόρτος διώβολον διαβάθρας τοῖς ἵπποις ὀβολοὶ β 𐅵ἐν Βουβάστωι χόρτος καὶ κριθῶν ἀρτάβη α 𐅵δωρεὰν παρὰ Διονυσοδώρου ἐν Ψεπταωι παρὰ Διοκλεῖ τῆς ἡμέρας κριθῶν ἄρουρα α 𐅵καὶ χόρτον ἐπὶ τρεῖς ἡμέρας δωρεάν ἐν Ἡρακλέους πόλει κριθῶν ἀρτάβης 𐅵τριώβολον χόρτος δωρεάν ἐν Ναθοω διέβημεν δωρεὰν καὶ παρὰ τοῦ κωμάρχου ἐπὶ δεῖπνον ἔλαβεν κριθῶν ἀρτάβην α καὶ χόρτου δέσμας μ δωρεάν. οὐχ ἱκανὸς ἐγένετο ὁ χόρτος· προσηγόρασε διωβόλου ἐν τῆι Διοκλέους κώμηι ἐπὶ δύο ἡμέρας χόρτος κριθαὶ δωρεάν ἐπὶ τοῦ Ἰσιείου ἀρτάβη κριθῶν πεντώβολον ἐν Ναυκράτει κριθῶν ἀρτάβης 𐅵τριώβολον ἐπὶ δεῖπνον παρὰ τοῦ κωμάρχου χόρτου δέσμαι ν δωρεάν ἐν Ἱεράκων πόλει τῆι διαβάθραι δραχμὴ α τετρώβολον ἐν Ἑρμοῦ πόλει κριθῶν ἀρτάβης 𐅵τριώβολον ἐπʼ ἄριστον ἐν Θεγκουρς ἐπὶ δεῖπνον κριθῶν ἀρτάβης 𐅵τριώβολον χόρτον διώβολον ἐν Θεβυρχυθ διαβάθρας δραχμὴ α ὀβολὸς ἐν Θεβαχυθ κριθῶν ἀρτάβη α 𐅵ἡ ἄρουρα δραχμῶν β γίνονται δραχμαὶ γ χόρτος παρὰ τῶν Ἡρακλείδου δωρεάν ἐν Ἱεραῖ νήσωι χόρτου δέσμαι ν παρὰ Στράτωνος δωρεάν χαλινοῦ τοῦ ἀργυροῦ κατασκευὴ διώβολον ἱπποκόμοις εἰς Κάνωπον ναῦλον ὀβολὸς σφυρὶς ἡμιωβέλιον τῶι πώλωι γίνονται δραχμαὶ ιη ἡμιωβέλιον τὸν ὄνον ἀπέδοτο τὸν μέγαν στατήρων ζ τὸν μικρὸν δραχμῶν δ κηρύκειον τῶν β ὄνων ὀβολοὶ ε 𐅵