Ancient Greek
PSI 6 551
Documentary Papyri, Psi 6 551r
Not analysed yet
Ζήνωνι χαίρειν Ὧρος. κοντωτ…εκ…του λεπτοῦ ἤμην ἐν τῶι ἀργυροπρύμνῳ τῶι ἡμιολίωι, εἰς ὃ ὁ βασιλεὺς ἀναβαίνει …καταβοήσαντος δέ μου τῶι βασιλεῖ περὶ τοῦ ἐμοῦ ἀμπελῶνος, καθὼς συνεγράψαντο ἐκ τ… τέ με κυριεύειν τοῦ κτήματος τοῦ κγ ἔτους παρελήλυθεν οὖν ὁ καιρὸς τῶι …τοῦ με κομίσασθαι τὸ κτῆμα. καταβοήσαντος δέ μου τῶι βασιλεῖ ε… πρόσταγμα καὶ ἐκομισάμην τὸν ἀμπελῶνα καὶ τὰς συγγραφάς. ἐν δὲ τῶι …ισμου κατεβόησεν Ἀλκείδει κριθῆναί με πρὸς αὐτόν· κριθέντων δὲ …τ…ντων ἐν Ἀφροδίτης πόλει ἐνίκων τῆι κρίσει καὶ οἱ κριταὶ γνῶσιν …ἐδόθη μοι· συνεγράψατο δέ μοι ὁ ἀντίδικος συγγραφὴν ἀποστασίου κατὰ του…ργυρίσας δέ τινα ἐδόθη ἡ συγγραφὴ καὶ ἡ γνῶσις μεσίδιον Φαράτηι ὃν ἀπαρ… ἐγὼ οὖν σοὶ γέγραφα περὶ τούτων, ἵνα εἰδῆις ὅτι δεῖ με κομίσασθαι τὴν συγγραφὴν καὶ τὴν γνῶσιν …αι. εὐτύχει.