Ancient Greek
PSI 6 552
Documentary Papyri, Psi 6 552
Not analysed yet
σιν ἔχω …σαι μοι …καὶ Κολεῦτι υἱῶι τὸν κατὰ δέον τόκον ὡς ἐλόγευεν τὴν ἔρημον, ὅπως ὃ ἂν δύνηται προσερανίσαι μοι εἰς τὴν ἀπαγωγήν. γέγραφα δὲ καὶ Ἀπολλωνίωι τῶι Θοτ…, ὅπως καὶ ὃ ἂν δύνηται ἐκ τούτου λαβεῖν εἰς τὸν κατάπλουν. ἔχουσαν δὲ Ὧρον Κελήσιος πρόσελθε τοῖς προγεγραμμένοις· ἐὰν μὲν ποιῶσιν ἡδέως αὐτά, βέλτιστα· εἰ δὲ μή γε, κατάπλευσον σύ· εἰ δὲ μή, ἐπιστολήν μοι ἀπόστειλον ὅπως τύχωσιν τῶν …ἔλαβον δὲ παρὰ Τα…τις τῆς Ψενοβάστιος δραχμὰς ϛ. συνέχομαι δʼ ἐνταῦθα ἕως τοῦ αἰσθέσθαι τὰ κατὰ τὴν Πρωτάρχου ἐπιστολήν, ἣν γέγραφεν ἐπὶ τοὺς τόπους. ἔρρωσθε. ἔτους ιζ, Μεσορὴ κβ. πρόσελθε Κολεῦτι καὶ Ἀπολλωνίωι· γέγραφα δὲ καὶ αὐτοῖς ὅπως μεταδῶσίν σοι εἰς ἐφόδιον ὃ ἂν δύνωνται, ὅπως ἔχωμεν τὰ ἀναγκαῖα ……ωρ… κ… …συ…