Ancient Greek
PSI 6 554
Documentary Papyri, Psi 6 554
Not analysed yet
……ωμ… …δεεδικαιο… …τατην …ἐντεύξεως …λαβεῖν ……εαυτων …σθα …χρ… γ… τὰ πάντα καλῶς ε… τῶι ἰδίωι σώματι ὑπηρετηκέναι μηδὲν τηλικούτους …ἔφασαν δὲ διὰ τῆς ἐντεύξεως καὶ τῶν …αὑτῶν παρειρῆσθαι, Μέλας δʼ ἐκ τῶν …τιων ἐπέδειξεν τοῦ κωμομισθωτοῦ …μένου κόρων κ καὶ β εἰς τὸ συναγαγεῖν ὡς ἐκ τοῦ γενομένου ἀποτεῖσαι αὐτοὺς ἐκ κόρων ιβ. ἐφαίνοντο οὖν ἡμῖν καὶ προσωφελῆσθαι ἐκ τοῦ οὕτως. ……νω… περιαφειρη… Μέλας δὲ ὡμολόγει μὲν εἰληφέναι, διὰ δὲ τοις …οις μὴ ὑπάρχειν ὕδωρ καταφθείρειν αὐτοὺς τὰ στέμφυλα· αὐτὸν δὲ χρείαν ἔχειν τοῖς σώμασιν …ς εμ πολ… ἔτι δὲ καὶ ὑπάρχειν τοῖς πολλοῖς ἰδίους ἀμπελῶνας, ὅθεν εἶχον στέμφυλα· ὅσοις δὲ μὴ ὑπῆρχον ἀμπελῶνες, αὐτὸς ἔφη διδόναι τὸ ἱκανόν. ἐνεκάλουν δὲ καὶ ὑπὲρ σύκων ὅτι εἰσπεπραγμένοι ἦσαν ὑπʼ αὐτοῦ τῶν γινομένων τὰ τρια ……υ…τ… …νος ἀδικης… …αλλα τοιαῦτα ……πεποιηκέναι αὐτοὺς ἐν τῶι κζ ἔτει τὰ σῦκα καὶ …τεθεικέναι ἐκ τοῦ γενομένου καρποῦ προς… παραγενόμενος ἐξ Αἰγύπτου ……φουιν ……ιναι καὶ εὐτακτεῖν· καὶ ὅτι ἐὰν ταῦτα ποιῶσιν, τεύξονται παρὰ σοῦ πάντων τῶν φιλανθρώπων. καὶ ταῦτα παρακαλέσαντες ἀπεστείλαμεν αὐτούς. ἠξίωσεν οὖν ἡμᾶς Μέλας γράψαι πρός σε περὶ τούτων πάντων. γεγράφαμεν οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κζ, Αὐδναίου η.