Ancient Greek
PSI 6 572
Documentary Papyri, Psi 6 572
Not analysed yet
Παταικίων Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι Ἁρμιῦσιν φέροντα τοὺς χάρτας ε δραχμὰς ε πεντώβολον. καὶ περὶ τοῦ δὲ ἱματίου ἔδειξέν μοι Πορφυρίων, καὶ ἄλλοις δὲ ἔδειξα ἐνπείροις. φασὶν ἄξιον εἶναι δραχμῶν ξ, τοσοῦτον δὲ καὶ Πορφυρίων ἔφατο πωλεῖσθαι. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἐρρωσο. Χοίαιχο α. ἔτους λε, Χοίαχ λ. Παιταικίων Ζήνωνι.