Ancient Greek
PSI 6 577
Documentary Papyri, Psi 6 577
Not analysed yet
Διονύσιος Ζήνωνι χαίρειν. καλῶς ποιεῖς, εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν· ἔρρωμαι δὲ καὶ αὐτός. ἔγραψά σοι ἐπιστολήν, ἣν Τιμα…, περὶ τῶν ρ ἀρταβῶν τῶν πυρῶν ὧν ἔγραψας Ἰάσονι δοῦναί μοι εἰς σπέρμα. γίνωσκε οὖν ὅτι οὐ δίδωσιν Ἰάσων, φάμενος μὴ ὑπάρχειν ὅθεν δῶι. σὺ δὲ καλῶς ποιήσεις γράψας ὅθεν δυνατόν ἐστιν λαβεῖν. Ἰάσονι δὲ ἔγραψας ἐν ἧι πυρ… ἐπιστολῆι· ὁ δὲ ἀναγνοὺς τὴν ἐπιστολὴν οὐδʼ ὣς ἔφη δώσειν ὅτι οὐκ ἐπίσταται ὅθεν δῶι. ἐγὼ μὲν οὖν τὰ κατʼ ἐμαυτὸν πεποίηκα τήν τε γῆν ἐκάθαρα ὑπάρχουσαν ὕλης μεστὴν καὶ περιχώσας ἐπότισα· ἦν γὰρ εἰς ρκ ἄρουρας ἀβρόχου· τῶν δὲ λοιπῶν οὐθὲν ἐποίουν. τὰ δὲ σπέρματά μοι οὐθεὶς δίδωσι …καὶ νῦν ἀντιλαβόμενος τοῦ μὴ ἄσχημον γενέσθαι ……ειν τὸ σπέρμα· εὐθὺ γάρ σοι ἀ…ειλαμη… …ν, νυνὶ δὲ καὶ ἐκ τοῦ ὑπάρχοντός μοι σπέρματος ἔσπειρα ?,καὶ ἐποιησάμην κάθαρσιν καὶ περίχωσιν τῶν ρκ ἀρουρῶν κριθῶν …σύνταξον οὖν ἐν τάχει μοι δοθῆναι τὸ σπέρμα· εἰ δὲ μή, οὐ παρέσται μοι ἐπὶ καιροῦ κατασπαρῆναι τὴν γῆν. ἔγραψας δὲ καὶ βοῦς δοῦναί μοι …ὅσας σε ἐν ἐπιστολῆι ᾔτηκα. ἀγαπητὸν οὖν ἐγένετο Ἰάσονι προφασίζεσθαι, καὶ ἔφασκεν ὅτι οὐχ ὑπάρχουσί σοι βόες θήλειαι χρήσιμαι ἔξω ἓν ζεῦγος ……των ἐργάζεσθαι, ταυρικὰ δὲ υ… καλῶς οὖν ποιήσεις γράψας δοῦναί μοι ζεύγη ……δ, ὥστʼ εἶναι ζεύγη ε… …ἐκρήγματος γενομένου ἐν τῆι μεγάληι διώρυγι ……ἔσχατον δοθῆναι διὰ τὸ πάντας ἐκεῖ ἐγβοᾶν ……τοὺς λαούς. σὺ οὖν φρόντισον τοῦ ἐν τάχει μοι ……ἵνα μὴ καταγελασθῶ ὑπὸ τῶν ἀντικ… …σι Ἰάσονα διὰ τὸ ἐμέ σοι βοῦς …αι… φανερόν, ἐάν μου ἀντιλαμβάνηται …ἔρρωσο. …ἔτους λη, Φαῶφι. Διονυσίου γεωργοῦ.