Ancient Greek
PSI 6 584
Documentary Papyri, Psi 6 584
Not analysed yet
Ἀγησίλαος Ζήνωνι χαίρειν. Ἀμμώνιος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν τυγχάνει ὢν Βιαίου σύντροφος. ἔστιν δὲ ἐκ γένους βαλανεὺς ἅμα τε καὶ τὸ παρʼ ἡμᾶς ἐξείληφεν βαλανεῖον, θέλει δὲ καὶ τὸ ὑπάρχον σοι βαλανεῖον ἐν Ἀρσινοίδι ἐγλαβεῖν. συνγραφὴν δέ σοι συγγράψεται καὶ ἐγδόχους σοι καταστήσει τῶν φόρων. ὑπάρχουσι δέ μοι ἐν Τάνει κριθῆς ἀρτάβαι ρν καὶ πυροῦ ρν. εἰ δύνηι οὖν μοι αὐτὰς οἰκονομήσασθαι ἵνα αὐτὰς ἀπενένκωμαι· εἰ δὲ μή γε, ἐν τῶι παρόντι κριθῆς ἀρτάβας κ εἰς τροφὴν τοῖς πώλοις, ἵνα μὴ συνπέσωσι. καὶ περὶ τῆς κυνὸς πᾶσαν σπουδὴν ποίησαι· οὐ γάρ ἐστιν ἐμή. γράψον οὖν μοι περὶ τούτων ἀντίγραφα. ἔρρωσο. Ζήνωνι