Ancient Greek
PSI 6 589
Documentary Papyri, Psi 6 589
Not analysed yet
Ζήνωνι χαίρειν Ἑρμίας. καλῶς ἂν ποιήσαις, εἰ καὶ σοὶ δοκεῖ, περὶ τοῦ ὀψωνίου συντάξας ὅπως ἂν λάβωμεν, ἵνα καὶ εἰς Κροκοδίλων πόλιν ἀποδημήσω, ὅπως ἂν καὶ τοῖς ἐκεῖ ἀποδῶμεν. προσαξιῶ δέ σε καὶ εἰς τὸν λοιπὸν χρόνον, εἰ καὶ σοὶ δοκεῖ, σύστησόν με Σώσωι, ὅπως ἂν παρʼ ἐκείνου λαμβάνωμεν καὶ μή σε ἐνοχλῶμεν πρὸς πολλοῖς ὄντα καὶ πρὸς ἀποδημίαι, ἵνα καὶ αὐτὸς πρὸς τῶι ἔργωι γίνωμαι. εὐτύχει.