Ancient Greek
PSI 6 591
Documentary Papyri, Psi 6 591
Not analysed yet
Ζήνωνι χαίρειν Μάσσιχος. ἐνέτυχόν σοι λέγων ὅτι πορεύσομαι πρὸς Ἀπολλώνιον περὶ τοῦ ἀργυρίου οὗ εἰσέπραξέν με Φιλίσκος, καὶ ἔλεγές μοι ὅτι καὶ Διότιμός σου εἰσακούσεται. εἰ οὖν σοι δοκεῖ, Διοτίμου ὧδε ὄντος, εἰσάκουσαί μου καὶ Φιλίσκου ὅτι εἰσέπραξέν με ἀδίκως δραχμὰς σξϛ τετρώβολον. καλῶς ἂν οὖν ποιήσαις συναντιλαβόμενός μου ?,ἵνα μὴ τοῦ λοιποῦ τοῦτο γίνηται· ειδημηδει… οὐδʼ ἂν ἤμην ὧδε, ἀλλʼ ἀνῆλθον ἂν εἰς τὰ ἴδιά μου …εὐτύχει.