Ancient Greek
PSI 6 599
Documentary Papyri, Psi 6 599
Not analysed yet
Ζήνωνι χαίρειν οἱ ὑφάνται. ἥκαμεν ὧδε ὥστε ἐργάζεσθαι. ὅπως ἂν τὸ δίκαιον λάβωμεν, δεῖ ἡμῖν δοθῆναι τοῦ ταλάντου, ὥστε πλῦναι καὶ διελεῖν, δραχμὴν α καὶ ὕφαντρον τοῦ ἑνὸς ὀθονίου χαλκοῦ δραχμὰς γ καὶ ταῦτα ἡμῖν οὐχ ἱκανόν· ἐπιβάλλει ἑκάστωι ὀθονίωι σώματα γ, γυνὴ μία ,καὶ ἐν ἡμέραις ἓξ ἐκτέμνεσθαι. εἰ μή σοι ταῦτα δοκεῖ, δίδου ἡμῖν ἑκάστωι ὀβολὸν α 𐅵γυναικὶ ἡμιωβέλιον δοὺς ἡμῖν ὑπηρέτην ἱκανὸν εἰς τὰ ἐργαλεῖα δραχμὰς ε διώβολον ταῦτα ἡμῖν ὑπολογοῦσιν. εὐτύχει.