Ancient Greek
PSI 6 603
Documentary Papyri, Psi 6 603
Not analysed yet
Φανῆσις χειριστὴς Ζήνωνι χαίρειν. γίνωσκε τοῦ Θωὺθ κ χρείαν ἐχόντων τῶν παρά σου τὰ σπέρματα μετρεῖν τοῖς παρὰ Ἡρακλείδου καὶ οὐ παρόντων τῶν περὶ Στοτοῆτιν τοῦ χειριστοῦ οὐθενός, ἠξίωσάν με εἰσελθόντα μετρεῖν τὰ σπέρματα, ἵνα μὴ προφάσεις λέγωσιν οἱ παρὰ Ἡρακλείδου καὶ ἡ γῆ μὴ διαψυγῆι, σοὶ δὲ περὶ τούτων γράφειν. εἰμὶ οὖν πρὸς τῆι μετρήσει. καλῶς οὖν ἂν ποιήσαις, εἴ σοι δοκεῖ, γράψας τοῖς παρά σου, ὥς ποτέ σοι δοκεῖ, ἕως ἂν ὑγιαίνων παραγένηι· πάντα γάρ σοι τὰ δίκαια ποιήσω. εὐτύχει. καὶ ἐν τάχει ἀπόστειλον τὸν τὰ γράμματά σοι ἀποδιδόντα, ἵνα μὴ κατεπείγηται τῶι ἐφοδίωι Ζήνωνι