Ancient Greek
PSI 6 614
Documentary Papyri, Psi 6 614
Not analysed yet
Σωσικράτης Σωστράτωι χαίρειν. ἐπειδὴ Κρίτων καταπέπλευκεν, καλῶς ποιήσεις ἐχθεραπεύσας αὐτὸν καὶ Αἴγυπτον, ἵνα περὶ ὧν καταπέπλευκας συντετελεσμένος τὸ τάχος ἀναπλεύσηις· γράφε δὲ καὶ Ἡραγόραι, ἐάν τί σοι προσπίπτηι τῶν καθʼ αὑτόν, ἐπιμελῶς· ἀεὶ γὰρ πυνθάνεται εἴ τι ἥκει γράμμα παρά σου. ἀπόστειλον δὲ αὐτῶι καὶ τῶν θαλασσίων, ἐὰν ἀναπλέηι τις τῶν κερκουριτῶν· προσδέχεται γὰρ παρά σου. ἔρρωσο.