Ancient Greek
PSI 6 616
Documentary Papyri, Psi 6 616
Not analysed yet
ἀντήλλαξεν δὲ καὶ ἐν Καύνωι προσκεφάλαιον ἓν καινὸν ἀντὶ παλαιοῦ καὶ εἴληφεν τιμὴν …ωι τῶι παρὰ Νικάνορος καὶ ἄλλα δύο τῶι Τρωίλωι παιδὶ ἀντὶ καινῶν παλαιά. καὶ ἔχει τιμὴν ὧν γράφει Ἑρμοκλῆν ἔχοντα περίστρωμα καὶ προσκεφάλαιον α. ταῦτα δὲ ἀπέστειλεν ἐκεῖνος ἐκ Μιλήτου εἰς Ἁλικαρνασσόν, ὅτε τὰ κλινάρια ἀπέστειλεν καὶ τὸ ταπίδιον. ἀντήλλαξεν δὲ καὶ τὸ τῆς κλίνης ἐνήλατον ἀντὶ τῆς αὑτοῦ, ὃ νῦν ἔχει ἡ γυνὴ αὐτοῦ ἐν Ἀλεξανδρείαι. καὶ ἄλλο περίστρωμα ἐν Γάζηι, ὃ ἔφατο ἀπολωλέναι. καὶ ἄλλο εὐτελὲς ἀγοράσας παρὰ Στάχυιος δραχμὰς ϛ ἀπέδοτο τῶν πολυτελη στρωμάτων ἐν Ῥαββαταμμάνοις. καὶ ἄλλο ὃ ἔφατο ἀπολωλέναι ἐν Ἁλικαρνασσῶι, οὐκ ἀπόλωλεν, ἀλλὰ αὐτὸς ἔχει. καὶ ἐπανάγκασον αὐτὸν καὶ περὶ τῆς κειρίας ὀμόσαι α…ολετο ἐν Πτολεμαίδι, εἴ σοι φαίνεται. τὰ δὲ λοιπὰ ἀναγγελεῖ τὸ παιδάριον ἐρωτώμενος ὑπό σε. καὶ εἰ ἦν Ἡρακλείδης ἐνταῦθα, ἐκεῖνος ἄν σοι ἀνήγγειλεν περὶ τῶν περιστρωμάτων.