Ancient Greek
PSI 6 623
Documentary Papyri, Psi 6 623
Not analysed yet
…τος οὐκ ἐκπεποίηκεν πρός σε προσελθεῖν, ἵνα μὴ συμβῆι μοι πρός σε παραγεγονότι ἀσχημονεῖν. κατειλημμένοι καὶ ὑπὸ χειμῶνος ἠξιώκαμεν καὶ Ἀντίπατρον καὶ Ἁρμόδιον, καὶ πεποιήκασί μοι. καὶ σὺ καλῶς ποιήσεις δοὺς τῆι παιδίσκηι ὅ τι ἄν σοι δόξηι, ὅπως ἀναπλεύσω εἰς τὴν Θηβαίδα. εἰ δʼ ἔτι βούληι τισὶν γράψαι τι, ἐπίθες· ἀποδοθήσεται γάρ. εὐτύχει.