Ancient Greek
PSI 6 684
Documentary Papyri, Psi 6 684
Not analysed yet
αἰτήσωμεν τὸ μήνυμα καὶ θείαν διάταξιν ἀναγνωσθῆναι τὴν διαγορεύουσαν τοὺς ἐξάκτορας ἐξ ὀνομασίας τῆς βουλῆς δεῖν κατασταθῆναι, ἔτι μὴν καὶ τὰ δύο μεγαλοφυῆ ἤδικτα ὧν τὸ μὲν προστάττει μηδένα βουλευτικὸν φρόντισμα ὑπεισελθεῖν ἄνευ ὀνομασίας τῆς βουλῆς, τὸ δὲ ἄλλο κατʼ ἀναλογίαν τῆς ἑκάστου ὑποστάσεως τοὺς πολιτευομένους τὰς …κὰς λειτουργίας ἐκ…λ… …εν…α αἰτήσωμεν Ἠσαίαν τὸν …χ…τη τη η…ν …κ… παραστῆναι, ἔτι μὴν τύπον δοθῆναι ἐπὶ τη… ὥστε ἢ Ταυρῖνον ἐξωθεῖσθαι τῆς ἐξακτορίας ἄνευ τοῦ βουλευτηρίου κατασταθέντα κατὰ τὴν θείαν διάταξιν καὶ τὰ μεγαλοφυῆ ἤδικτα, ἢ ἀναμερισμὸν γενέσθαι κατʼ ἀναλογίαν τῆς ἑκάστου ὑποστάσεως εἰ εὑρεθείη κατὰ γνώμην τῆς βουλῆς ὀνομασθείς. αἰτήσωμεν μετὰ τὸν τύπον ἅπαντα ἀνενεχθῆναι πρὸς τοὺς ἐξοχωτάτους ἐπάρχους καὶ τὸν ἐνδοξότατον …ν, ὥστε μὴ συναρπαγὴν γενέσθαι ἐπὶ τῇ καταφόβῳ γενομένῃ μηνύσει ὑπὲρ Ταυρίνου. …εν εἰς τὸ πρᾶγμα τοῦ λαμπροτάτου Ἀνδρέου τὸ παρὰ τῆς …ἀποσταλὲν μήνυμα περὶ τῆς λύσεως τοῦ χώματος ἀναγνωσθῆναι, ἔτι μὴν καὶ τὰ πεπραγμένα πρώην …ω καὶ οὕτως αἰτήσωμεν τοὺς τέσσαρας τοὺς …παρὰ Ἀνδρέου αἰτιαθέντας παραστῆναι …ν καὶ Ταυρῖνον τὸν …ρ… ἐπὶ τῷ αὐτῷ …ατι ἀπολογήσασθαι ……το…α…χῶμα