Ancient Greek
PSI 6 697
Documentary Papyri, Psi 6 697
Not analysed yet
ἀντίγραφον χειρογράφου. Ἡρακλείδης Ἀφροδισίου Σεύθῃ Πάπου χαίρειν. ὁμολογῶ διειρῆσθαι ἃ ἔχομεν κοινὰ καὶ ἀδιαίρετα περὶ κώμην Θεαδέλφειαν τῆς Θεμίστου μερίδος ἀμπελῶνα ἀναδενδραδικὸν παρὰ Φιλίππου τοῦ Φιλίππου ἄρουραν α 𐅵δ καὶ παραδείσου ἄρουρας β δ ιϛ πρότερον Ἀσκληπιοῦ Διδύμου· πάντων δὲ ἡσσόνων ἢ ἐὰν ὦσι λελονχέναι ἐμὲ τὸν Ἡρακλείδην τὸ ἥμισυ τοῦ ἀμπελῶνος τὸ ἐξ ἀπηλιώτου διατεῖνον νότον ἐπὶ βορρᾶ, καὶ ἐν τῶι κήπωι τὸ ἥμισυ μέρος τὸ ἐκ λιβὸς μέρος διατεῖνον νότον ἐπὶ βορρᾶ, ὅλου τοῦ κήπου σὺν τοῖς φυτοῖς φυομένοις πᾶσι ἐν ἑκάστῃ μερίδι εν…χιαδ…υδ… ἀμπελῶνος …νότωι …ἐπὶ βορρᾶ ὁδὸς βασιλικὴ ἀπηλιω …α…η…α…