Ancient Greek
PSI 6 699
Documentary Papyri, Psi 6 699
Not analysed yet
…Αὐρηλίῳ Πλου… Ἀρισταίου τοῦ Ἁτρῆτος τοῦ καὶ …ίωνος μητρὸς Πτολλοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρά σου διὰ χειρὸς ἐξ οἴκου σου ἐν παραθέσει ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας ἃς ὁπηνίκα ἐὰν αἱρῇ ἀποκαταστήσω σοι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. εἰ δὲ μή, ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον, γεινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων. κύρια τὰ τῆς παραθήκης γράμματα δισσὰ γραφέντα πανταχῇ ἐπιφερόμενα …