Ancient Greek
PSI 6 707
Documentary Papyri, Psi 6 707
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Σεργίου καὶ Νιγρινιανοῦ τῶν λαμπροτάτων, Φαμενὼθ …ἐμίσθωσεν Αὐρήλιος Ἄπρος τοῦ δεῖνα ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτησὈξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἀμπελίῳ καὶ ὡς χρηματίζει ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος με ἔτους κζ ἔτους ιη ἔτους ὁλόκληρον ἥμισυ μέρος οἰκίας σὺν χρηστηρίοις πᾶσι καὶ τὴν χρῆσιν τοῦ φρέατος καὶ τῆς αὐλῆς σὺν χρηστηρίοις πᾶσι ἐνοικίου κατʼ ἔτος ἀργυρίου ταλάντων ἑκατὸν πεντήκοντα· γίνονται τάλαντα ρν ἐνοικίου κατʼ ἔτος. βεβαιουμένης δὲ τῆς μισθώσεως ἐπάναγκες ἀποδότω ὁ μεμισθωμένος τὸ κατʼ ἔτος ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ χρώμενος ἐπὶ τὸν χρόνον ἀκωλύτως καὶ μετὰ τὸν χρόνον παραδότωκαθαρὰν ἀπὸ κοπρίων καὶ δείσης πάσης ὡς καὶ παρέλαβεν κυρία ἡ μίσθωσις περὶ ἧς ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἄπρως μεμίσθωκα τὸ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἀποδῷ εντ… τω ἐστιν τὸ ἐνοίκιον …ἀργυρίου τάλαντα ρν. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …